Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐ δῆτα· κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι.
- φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω.
- ὅδʼ ἔσθʼ ὁ πρότερος;
- οὗτος·
- αὕτη ʼνταῦθʼ ἔνι.
- ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
- φέρʼ ἐξεράσω.
- πῶς ἄρʼ ἠγωνίσμεθα;
- δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
- πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ;
- ἔπαιρε σαυτόν.
- εἰπέ νυν ἐκεῖνό μοι,
- ὄντως ἀπέφυγε;
- νὴ Δίʼ·
- οὐδέν εἰμʼ ἄρα.
- μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
- πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,
- φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι;
- ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
- ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.