Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ
- θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,
- ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν,
- ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
- κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.
- ἀλλʼ εἰσίωμεν.
- ταῦτά νυν, εἴπερ δοκεῖ.
- ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ.
- ὑμεῖς δὲ τέως ὦ μυριάδες
- ἀναρίθμητοι,
- νῦν τὰ μέλλοντʼ εὖ λέγεσθαι
- μὴ πέσῃ φαύλως χαμᾶζʼ
- εὐλαβεῖσθε.
- τοῦτο γὰρ σκαιῶν θεατῶν
- ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν.
- νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε.
- μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ.
- ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλʼ αὐτοὺς εὖ πεποιηκώς,
- τὰ μὲν οὐ φανερῶς ἀλλʼ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς,
- μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν,