Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ
- τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
- αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;
- κακόν τι περιβαίνει με κἀναπείθομαι.
- ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ,
- καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
- ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα
- αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
- κατάβα κατάβα κατάβα κατάβα.
- καταβήσομαι.
- καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
- ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
- ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
- ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
- οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.
- οὔκουν ἀποφεύγει δῆτα;
- χαλεπὸν εἰδέναι.
- ἴθʼ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου.
- τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον
- μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ.