Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
  2. καὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο,
  3. ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
Φιλοκλέων
  1. ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
  2. ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.
Βδελυκλέων
  1. ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
  2. ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·
  3. σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς,
  4. εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες.
  5. φησὶ κατακνῆσαι.
Φιλοκλέων
  1. νὴ Δίʼ ἀλλὰ ψεύδεται.
Βδελυκλέων
  1. ὦ δαιμόνιʼ ἐλέει ταλαιπωρουμένους.
  2. οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλιʼ ἐσθίει
  3. καὶ τὰς ἀκάνθας, κοὐδέποτʼ ἐν ταὐτῷ μένει.
  4. ὁ δʼ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον.