Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
  2. καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
  3. ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
Φιλοκλέων
  1. ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.
Βδελυκλέων
  1. οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
  2. ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
  3. ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
  4. πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
  5. χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
  6. ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.
  7. ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
Φιλοκλέων
  1. κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
Βδελυκλέων
  1. μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
  2. οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
Φιλοκλέων
  1. τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;