Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. αὐτοῦ μένων γὰρ ἅττʼ ἂν εἴσω τις φέρῃ
  2. τούτων μεταιτεῖ τὸ μέρος· εἰ δὲ μή, δάκνει.
Φιλοκλέων
  1. αἰβοῖ. τί κακόν ποτʼ ἔσθʼ ὅτῳ μαλάττομαι;
  2. κακόν τι περιβαίνει με κἀναπείθομαι.
Βδελυκλέων
  1. ἴθʼ ἀντιβολῶ σʼ· οἰκτίρατʼ αὐτὸν ὦ πάτερ,
  2. καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία;
  3. ἀναβαίνετʼ ὦ πόνηρα καὶ κνυζούμενα
  4. αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε.
Φιλοκλέων
  1. κατάβα κατάβα κατάβα κατάβα.
Βδελυκλέων
  1. καταβήσομαι.
  2. καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ
  3. ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι.
Φιλοκλέων
  1. ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν.
  2. ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν
  3. οὐδέν ποτʼ ἀλλʼ ἢ τῆς φακῆς ἐμπλήμενος.