Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρὸς ταῦτα τοῦτον κολάσατʼ· οὐ γὰρ ἄν ποτε
  2. τρέφειν δύναιτʼ ἂν μία λόχμη κλέπτα δύο·
  3. ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ·
  4. ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι.
Φιλοκλέων
  1. ἰοὺ ἰού.
  2. ὅσας κατηγόρησε τὰς πανουργίας.
  3. κλέπτον τὸ χρῆμα τἀνδρός· οὐ καὶ σοὶ δοκεῖ
  4. ὦλεκτρυόν; νὴ τὸν Δίʼ ἐπιμύει γέ τοι.
  5. ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.
Βδελυκλέων
  1. αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
  2. Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
  3. δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
  4. καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
  5. ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
Φιλοκλέων
  1. τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.