Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
- τῶν γε νεωτέρων.
- ἰήιε Παιάν.
- εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
- ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
- τίς ἆρʼ ὁ φεύγων;
- οὗτος.
- ὅσον ἁλώσεται.
- ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
- κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα
- τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
- τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
- θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
- καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
- ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,