Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,
  2. παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
  3. ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας·
  4. ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις
  5. ἤπιον αὐτόν,
  6. τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον
  7. τῶν γραψαμένων
  8. κἀπιδακρύειν ἀντιβολούντων,
  9. καὶ παυσάμενον τῆς δυσκολίας
  10. ἀπὸ τῆς ὀργῆς
  11. τὴν ἀκαλήφην ἀφελέσθαι.
Χορός
  1. ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
  2. νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
  3. εὖνοι γάρ ἐσμεν ἐξ οὗ
  4. τὸν δῆμον ᾐσθόμεσθά σου