Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
  2. ποῦ δʼ ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
Κύων
  1. αὗ αὗ.
Βδελυκλέων
  1. πάρεστιν οὗτος.
Φιλοκλέων
  1. ἕτερος οὗτος αὖ Λάβης.
Βδελυκλέων
  1. ἀγαθός γʼ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας.
  2. σίγα, κάθιζε· σὺ δʼ ἀναβὰς κατηγόρει.
Φιλοκλέων
  1. φέρε νυν ἅμα τήνδʼ ἐγχεάμενος κἀγὼ ῥοφῶ.
Σωσίας
  1. τῆς μὲν γραφῆς ἠκούσαθʼ ἣν ἐγραψάμην
  2. ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ
  3. ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ.
  4. ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν
  5. κατεσικέλιζε κἀνέπλητʼ ἐν τῷ σκότῳ —
Φιλοκλέων
  1. νὴ τὸν Δίʼ ἀλλὰ δῆλός ἐστʼ· ἔμοιγέ τοι
  2. τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν