Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν,
  2. ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς.
Χορός
  1. καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς
  2. καὶ ταῖς εὐχαῖς
  3. φήμην ἀγαθὴν λέξομεν ὑμῖν,
  4. ὅτι γενναίως ἐκ τοῦ πολέμου
  5. καὶ τοῦ νείκους ξυνεβήτην.
Βδελυκλέων
  1. εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω.
Χορός
  1. ὦ Φοῖβʼ Ἄπολλον Πύθιʼ ἐπʼ ἀγαθῇ τύχῃ
  2. τὸ πρᾶγμʼ ὃ μηχανᾶται
  3. ἔμπροσθεν οὗτος τῶν θυρῶν,
  4. ἅπασιν ἡμῖν ἁρμόσαι
  5. παυσαμένοις πλάνων.
  6. ἰήιε Παιάν.
Βδελυκλέων
  1. ὦ δέσποτʼ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε,
  2. δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν,
  3. παῦσόν τʼ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος,
  4. ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας·
  5. ἤδη δʼ εἶναι τοῖς ἀνθρώποις
  6. ἤπιον αὐτόν,