Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τοὺς φεύγοντάς τʼ ἐλεεῖν μᾶλλον
- τῶν γραψαμένων
- κἀπιδακρύειν ἀντιβολούντων,
- καὶ παυσάμενον τῆς δυσκολίας
- ἀπὸ τῆς ὀργῆς
- τὴν ἀκαλήφην ἀφελέσθαι.
- ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν
- νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
- εὖνοι γάρ ἐσμεν ἐξ οὗ
- τὸν δῆμον ᾐσθόμεσθά σου
- φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
- τῶν γε νεωτέρων.
- ἰήιε Παιάν.
- εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
- ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
- τίς ἆρʼ ὁ φεύγων;
- οὗτος.
- ὅσον ἁλώσεται.
- ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
- κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα