Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀφʼ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά.
  2. ἀλλʼ εἴσαγʼ ἀνύσας· ὡς ἐγὼ τιμᾶν βλέπω.
Βδελυκλέων
  1. φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς.
Φιλοκλέων
  1. οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν·
  2. ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον.
Βδελυκλέων
  1. ἰδού.
Φιλοκλέων
  1. κάλει νυν.
Βδελυκλέων
  1. ταῦτα δή. τίς οὑτοσὶ
  2. ὁ πρῶτός ἐστιν;
Φιλοκλέων
  1. ἐς κόρακας, ὡς ἄχθομαι
  2. ὁτιὴ ʼπελαθόμην τοὺς καδίσκους ἐκφέρειν.
Βδελυκλέων
  1. οὗτος σὺ ποῖ θεῖς;
Φιλοκλέων
  1. ἐπὶ καδίσκους.
Βδελυκλέων
  1. μη δαμῶς.
  2. ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους.
Φιλοκλέων
  1. κάλλιστα τοίνυν· πάντα γὰρ πάρεστι νῷν
  2. ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας.
Βδελυκλέων
  1. ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα;
Φιλοκλέων
  1. εὖ γʼ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως.
Βδελυκλέων
  1. ἀλλʼ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω