Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
- πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
- ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
- πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
- ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
- μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
- ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
- τὸν μισθὸν ὁπόθεν λήψομαι.
- παρʼ ἐμοῦ.
- καλῶς,
- ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
- αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
- ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν
- ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,
- κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·
- κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
- κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
- κᾆθʼ εἷλκον αὐτόν.
- ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;
- ὅ τι;