Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.
Βδελυκλέων
  1. ποίου; φέρʼ ἴδω.
Φιλοκλέων
  1. τοῦ μὴ δικάζειν. τοῦτο δὲ
  2. Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.
Βδελυκλέων
  1. σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
  2. ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε
  3. αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
Φιλοκλέων
  1. περὶ τοῦ; τί ληρεῖς;
Βδελυκλέων
  1. ταὔθʼ ἅπερ ἐκεῖ πράττεται·
  2. ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
  3. ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
  4. πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.
  5. καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
  6. ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
  7. ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
  8. ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
  9. οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
Φιλοκλέων
  1. τουτί μʼ ἀρέσκει.
Βδελυκλέων
  1. πρὸς δὲ τούτοις γʼ, ἢν δίκην
  2. λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς