Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν·
- ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων.
- ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
- οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει.
- ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων.
- ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται.
- ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
- δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
- κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
- αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
- ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
- ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω
- ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
- ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
- παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
- σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
- ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
- καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
- ῥοφεῖν, ἐὰν δέῃ τι.
- τοῦτʼ αὖ δεξιόν·