Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθʼ, οἶς
- τότʼ ἐπεμαίνετʼ· ἔγνωκε γὰρ ἀρτίως,
- λογίζεταί τʼ ἐκεῖνα πάνθʼ ἁμαρτίας
- ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο.
- νῦν δʼ ἴσως τοῖσι σοῖς λόγοις πείθεται
- καὶ σωφρονεῖ μέντοι μεθιστὰς
- ἐς τὸ λοιπὸν τὸν τρόπον
- πιθόμενός τέ σοι.
- ἰώ μοί μοι.
- οὗτος τί βοᾷς;
- μή μοι τούτων μηδὲν ὑπισχνοῦ.
- κείνων ἔραμαι, κεῖθι γενοίμαν,
- ἵνʼ ὁ κῆρύξ φησι, ʼτίς ἀψήφιστος; ἀνιστάσθω.ʼ
- κἀπισταίην ἐπὶ τοῖς κημοῖς
- ψηφιζομένων ὁ τελευταῖος.
- σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
- πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
- μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
- κλέπτοντα Κλέωνα λάβοιμι.
- ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.