Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πλὴν κωλακρέτου γάλα πίνειν.
Χορός
  1. ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς,
  2. οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι·
  3. ὥστʼ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω.
  4. ἀλλʼ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα,
Χορός
  1. πιθοῦ πιθοῦ λόγοισι, μηδʼ ἄφρων γένῃ
  2. μηδʼ ἀτενὴς ἄγαν ἀτεράμων τʼ ἀνήρ.
  3. εἴθʼ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς
  4. εἶναί τις ὅστις τοιαῦτʼ ἐνουθέτει.
  5. σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς
  6. ξυλλαμβάνει τοῦ πράγματος,
  7. καὶ δῆλός ἐστιν εὖ ποιῶν·
  8. σὺ δὲ παρὼν δέχου.
Βδελυκλέων
  1. καὶ μὴν θρέψω γʼ αὐτὸν παρέχων
  2. ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον
  3. λείχειν, χλαῖναν μαλακήν, σισύραν,
  4. πόρνην, ἥτις τὸ πέος τρίψει
  5. καὶ τὴν ὀσφῦν.
  6. ἀλλʼ ὅτι σιγᾷ κοὐδὲν γρύζει,
  7. τοῦτʼ οὐ δύναταί με προσέσθαι.