Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτʼ ἀγγέλλετε,
- καὶ κελεύετʼ αὐτὸν ἥκειν
- ὡς ἐπʼ ἄνδρα μισόπολιν
- ὄντα κἀπολούμενον, ὅτι
- τόνδε λόγον ἐσφέρει,
- μὴ δικάζειν δίκας.
- ὦγαθοὶ τὸ πρᾶγμʼ ἀκούσατʼ, ἀλλὰ μὴ κεκράγετε.
- νὴ Δίʼ ἐς τὸν οὐρανόν γʼ.
- ὡς τοῦδʼ ἐγὼ οὐ μεθήσομαι.
- ταῦτα δῆτʼ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής;
- ὦ πόλις καὶ Θεώρου θεοισεχθρία,
- κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ.
- Ἡράκλεις καὶ κέντρʼ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα;
- οἷς γʼ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου.
- καὶ σέ γʼ αὐτοῖς ἐξολοῦμεν· ἀλλὰ πᾶς ἐπίστρεφε
- δεῦρο κἀξείρας τὸ κέντρον εἶτʼ ἐπʼ αὐτὸν ἵεσο,
- ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος,
- ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν.
- τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δίʼ, εἰ μαχούμεθα·
- ὡς ἔγωγʼ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας.