Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ ἀφίει τὸν ἄνδρʼ· εἰ δὲ μή, φήμʼ ἐγὼ
- τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος.
- εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι,
- οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθʼ ὠργισμένοι,
- οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους.
- ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα,
- καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί·
- εἰ δὲ μή, ʼν πέδαις παχείαις οὐδὲν ἀριστήσετε.
- ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον.
- εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται.
- ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη,
- περιορᾷς οὕτω μʼ ὑπʼ ἀνδρῶν βαρβάρων χειρούμενον,
- οὓς ἐγὼ ʼδίδαξα κλάειν τέτταρʼ ἐς τὴν χοίνικα;
- εἶτα δῆτʼ οὐ πόλλʼ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά;
- δηλαδή· καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην
- πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι
- διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα,
- καὶ κυνᾶς· καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει,
- ὥστε μὴ ῥιγῶν ἑκάστοτʼ· ἀλλὰ τούτοις γʼ οὐκ ἔνι
- οὐδʼ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων.