Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον·
  2. κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδʼ ἀποπάρδω.
Βδελυκλέων
  1. οὗτος ἐγείρου.
Ξανθίας
  1. τί τὸ πρᾶγμʼ;
Βδελυκλέων
  1. ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται.
Ξανθίας
  1. μῶν ὁ γέρων πῃ διαδύεται αὖ;
Βδελυκλέων
  1. μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ καθιμᾷ
  2. αὑτὸν δήσας.
Ξανθίας
  1. ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει;
Βδελυκλέων
  1. ἀνάβαινʼ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε,
  2. ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις.
Φιλοκλέων
  1. οὐ ξυλλήψεσθʼ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι,
  2. ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε;
  3. πότε δʼ, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μʼ εἴσω μᾶλλον ἄγεσθαι;
Χορός
  1. εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν,
  2. ἥνπερ, ἡνίκʼ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν;
  3. νῦν ἐκεῖνο νῦν ἐκεῖνο
  4. τοὐξύθυμον, ᾧ κολαζόμεσθα,
  5. κέντρον †ἐντέτατʼ ὀξύ†.
  6. ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία,