Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.
Ξανθίας
  1. αἰβοῖ.
Σωσίας
  1. τί ἔστι;
Ξανθίας
  1. παῦε παῦε, μὴ λέγε·
  2. ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.
Σωσίας
  1. εἶθʼ ἡ μιαρὰ φάλαινʼ ἔχουσα τρυτάνην
  2. ἵστη βόειον δημόν.
Ξανθίας
  1. οἴμοι δείλαιος·
  2. τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.
Σωσίας
  1. ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον
  2. χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.
  3. εἶτʼ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,
  4. ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.
Ξανθίας
  1. ὀρθῶς γε τοῦτʼ Ἀλκιβιάδης ἐτραύλισεν.
Σωσίας
  1. οὔκουν ἐκεῖνʼ ἀλλόκοτον, ὁ Θέωρος κόραξ
  2. γιγνόμενος;
Ξανθίας
  1. ἥκιστʼ, ἀλλʼ ἄριστον.
Σωσίας
  1. πῶς;
Ξανθίας
  1. ὅπως;
  2. ἄνθρωπος ὢν εἶτʼ ἐγένετʼ ἐξαίφνης κόραξ·