Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι
- ἀρθεὶς ἀφʼ ἡμῶν ἐς κόρακας οἰχήσεται;
- εἶτʼ οὐκ ἐγὼ δοὺς δύʼ ὀβολὼ μισθώσομαι
- οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;
- φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,
- ὀλίγʼ ἄτθʼ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,
- μηδὲν παρʼ ἡμῶν προσδοκᾶν λίαν μέγα,
- μηδʼ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.
- ἡμῖν γὰρ οὐκ ἔστʼ οὔτε κάρυʼ ἐκ φορμίδος
- δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,
- οὔθʼ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,
- οὐδʼ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης·
- οὐδʼ εἰ Κλέων γʼ ἔλαμψε τῆς τύχης χάριν,
- αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.
- ἀλλʼ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,
- ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,
- κωμῳδίας δὲ φορτικῆς σοφώτερον.
- ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ
- ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.
- οὗτος φυλάττειν τὸν πατέρʼ ἐπέταξε νῷν,