Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.
Σωσίας
  1. οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.
Ξανθίας
  1. πῶς δή;
Σωσίας
  1. προσερεῖ τις τοῖσι συμπόταις, λέγων
  2. τί ταὐτὸν ἐν γῇ τʼ ἀπέβαλεν κἀν οὐρανῷ
  3. κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;
Ξανθίας
  1. οἴμοι τί δῆτά μοι κακὸν γενήσεται
  2. ἰδόντι τοιοῦτον ἐνύπνιον;
Σωσίας
  1. μὴ φροντίσῃς.
  2. οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.
Ξανθίας
  1. δεινόν γέ ποὔστʼ ἄνθρωπος ἀποβαλὼν ὅπλα.
  2. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.
Σωσίας
  1. ἀλλʼ ἐστὶν μέγα.
  2. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.
Ξανθίας
  1. λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.
Σωσίας
  1. ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ
  2. ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,
  3. βακτηρίας ἔχοντα καὶ τριβώνια·
  4. κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει
  5. δημηγορεῖν φάλαινα πανδοκεύτρια,