Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
Σωσίας - Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;
Ξανθίας - φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.
Σωσίας - κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.
- ἆρʼ οἶσθά γʼ οἷον κνώδαλον φυλάττομεν;
Ξανθίας - οἶδʼ, ἀλλʼ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.
Σωσίας - σὺ δʼ οὖν παρακινδύνευʼ, ἐπεὶ καὐτοῦ γʼ ἐμοῦ
- κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.
Ξανθίας - ἀλλʼ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;
Σωσίας - οὔκ, ἀλλʼ ὕπνος μʼ ἔχει τις ἐκ Σαβαζίου.
Ξανθίας - τὸν αὐτὸν ἄρʼ ἐμοὶ βουκολεῖς Σαβάζιον.
- κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο
- Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος·
- καὶ δῆτʼ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.
Σωσίας - κἄγωγʼ ἀληθῶς οἷον οὐδεπώποτε.
- ἀτὰρ σὺ λέξον πρότερος.
Ξανθίας - ἐδόκουν αἰετὸν
- καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ
- ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα
- φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,