Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀδελφὸς αὐτοῦ.
Φιλοκλέων
  1. νὴ Δίʼ ὠψώνηκʼ ἄρα.
Ξανθίας
  1. μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·
  2. προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
Φιλοκλέων
  1. τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
Ξανθίας
  1. ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,
  2. ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
Φιλοκλέων
  1. ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,
  2. ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
  3. ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,
  4. ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
Χορός
  1. φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
  2. ἵνʼ ἐφʼ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.
Χορός
  1. ἄγʼ ὦ μεγαλώνυμα τέκνα
  2. τοῦ θαλασσίου θεοῦ,