Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐκ εὖ;
Βδελυκλέων
  1. μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
Φιλοκλέων
  1. θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
  2. εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
  3. ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
  4. φησίν τις ἢ οὐδείς;
Ξανθίας
  1. εἶς γʼ ἐκεινοσὶ μόνος.
Φιλοκλέων
  1. τίς ὁ κακοδαίμων ἐστίν;
Ξανθίας
  1. υἱὸς Καρκίνου
  2. ὁ μέσατος.
Φιλοκλέων
  1. ἀλλʼ οὗτός γε καταποθήσεται·
  2. ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
  3. ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.
Ξανθίας
  1. ἀλλʼ ᾠζυρὲ
  2. ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,