Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πηδᾶτε παρὰ ψάμαθον
  2. καὶ θῖνʼ ἁλὸς ἀτρυγέτου,
  3. καρίδων ἀδελφοί·
Χορός
  1. ταχὺν πόδα κυκλοσοβεῖτε,
  2. καὶ τὸ Φρυνίχειον
  3. ἐκλακτισάτω τις, ὅπως
  4. ἰδόντες ἄνω σκέλος ὤζωσιν
  5. οἱ θεαταί.
Χορός
  1. στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
  2. ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων.
  3. καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
  4. ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
  5. ἀλλʼ ἐξάγετʼ, εἴ τι φιλεῖτʼ ὀρχούμενοι, θύραζε
  6. ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
  7. ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.