Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
- κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
- σχήματος ἀρχὴ —
- μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.
- πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·
- οἶον μυκτὴρ μυκᾶται καὶ
- σφόνδυλος ἀχεῖ.
- πῖθʼ ἑλλέβορον.
- πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—
- τάχα βαλλήσεις.
- σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.
- πρωκτὸς χάσκει.
- κατὰ σαυτὸν ὅρα.
- νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
- στρέφεται χαλαρὰ κοτυληδών.