Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὕβριζʼ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
Βδελυκλέων
  1. οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενεῖς,
  2. ἀλλʼ ἀράμενος οἴσω σε —
Φιλοκλέων
  1. τί ποιεῖς;
Βδελυκλέων
  1. ὅ τι ποιῶ;
  2. εἴσω φέρω σʼ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
  3. κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
Φιλοκλέων
  1. Αἴσωπον οἱ Δελφοί ποτʼ —
Βδελυκλέων
  1. ὀλίγον μοι μέλει.
Φιλοκλέων
  1. φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·
  2. ὁ δʼ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε —
Βδελυκλέων
  1. οἴμʼ ὡς ἀπολῶ σʼ αὐτοῖσι τοῖσι κανθάροις.
Χορός
  1. ζηλῶ γε τῆς εὐτυχίας
  2. τὸν πρέσβυν οἷ μετέστη
  3. ξηρῶν τρόπων καὶ βιοτῆς·