Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἕτερα δὲ νῦν ἀντιμαθὼν
  2. ἦ μέγα τι μεταπεσεῖται
  3. ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν.
  4. τάχα δʼ ἂν ἴσως οὐκ ἐθέλοι.
  5. τὸ γὰρ ἀποστῆναι χαλεπὸν
  6. φύσεος, ἣν ἔχοι τις ἀεί.
  7. καίτοι πολλοὶ ταῦτʼ ἔπαθον·
  8. ξυνόντες γνώμαις ἑτέρων
  9. μετεβάλοντο τοὺς τρόπους.
Χορός
  1. πολλοῦ δʼ ἐπαίνου παρʼ ἐμοὶ
  2. καὶ τοῖσιν εὖ φρονοῦσιν
  3. τυχὼν ἄπεισιν διὰ τὴν
  4. φιλοπατρίαν καὶ σοφίαν
  5. ὁ παῖς ὁ Φιλοκλέωνος.
  6. οὐδενὶ γὰρ οὕτως ἀγανῷ