Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
  2. καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
  3. ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
  4. κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος·
  5. ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
  6. οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.
Βδελυκλέων
  1. οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
Κατήγορος
  1. ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.
Φιλοκλέων
  1. ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτε
  2. κατέαξʼ ἐχῖνον.
Κατήγορος
  1. ταῦτʼ ἐγὼ μαρτύρομαι.
Φιλοκλέων
  1. οὑχῖνος οὖν ἔχων τινʼ ἐπεμαρτύρατο·
  2. εἶθʼ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὰν κόραν
  3. τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
  4. ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.