Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,
- Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
- ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
- καλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.
- οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρον
- ὕβρεως.
- ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
- ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
- ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
- ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
- ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
- ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
- ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματος
- εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
- σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.