Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ,
  2. Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου.
Βδελυκλέων
  1. ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται
  2. καλούμενός σε· τόν γέ τοι κλητῆρʼ ἔχει.
Κατήγορος
  1. οἴμοι κακοδαίμων. προσκαλοῦμαί σʼ ὦ γέρον
  2. ὕβρεως.
Βδελυκλέων
  1. ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν·
  2. ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι
  3. ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι.
Φιλοκλέων
  1. ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι
  2. ἑκών· ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν.
  3. ἀλλʼ ἐλθὲ δευρί· πότερον ἐπιτρέπεις ἐμοί,
  4. ὅ τι χρή μʼ ἀποτείσαντʼ ἀργύριον τοῦ πράγματος
  5. εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις;
Κατήγορος
  1. σὺ λέγε. δικῶν γὰρ οὐ δέομʼ οὐδὲ πραγμάτων.
Φιλοκλέων
  1. ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος,
  2. καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα·
  3. ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς.
  4. κἄπειτʼ ἐπιστὰς εἶπʼ ἀνὴρ αὐτῷ φίλος·
  5. ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.