Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὥστʼ οἶδʼ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι.
Αρτόπωλις
  1. οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας
  2. τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης,
  3. οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία.
Φιλοκλέων
  1. ἄκουσον ὦ γύναι· λόγον σοι βούλομαι
  2. λέξαι χαρίεντα.
Αρτόπωλις
  1. μὰ Δία μὴ ʼμοί γʼ ὦ μέλε.
Φιλοκλέων
  1. Αἴσωπον ἀπὸ δείπνου βαδίζονθʼ ἑσπέρας
  2. θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων.
  3. κἄπειτʼ ἐκεῖνος εἶπεν, ὦ κύον κύον,
  4. εἰ νὴ Δίʼ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν
  5. πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.
Αρτόπωλις
  1. καὶ καταγελᾷς μου; προσκαλοῦμαί σʼ ὅστις εἶ
  2. πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων,
  3. κλητῆρʼ ἔχουσα Χαιρεφῶντα τουτονί.
Φιλοκλέων
  1. μὰ Δίʼ ἀλλʼ ἄκουσον, ἤν τί σοι δόξω λέγειν.
  2. Λᾶσός ποτʼ ἀντεδίδασκε καὶ Σιμωνίδης·
  3. ἔπειθʼ ὁ Λᾶσος εἶπεν, ὀλίγον μοι μέλει.
Αρτόπωλις
  1. ἄληθες οὗτος;
Φιλοκλέων
  1. καὶ σὺ δή μοι Χαιρεφῶν