Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὕτω δὲ καὶ σὺ παράτρεχʼ ἐς τὰ Πιττάλου.
- οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις.
- ἀλλʼ οὖν σὺ μέμνησʼ αὐτὸς ἁπεκρίνατο.
- ἄκουε, μὴ φεῦγʼ. ἐν Συβάρει γυνή ποτε
- κατέαξʼ ἐχῖνον.
- ταῦτʼ ἐγὼ μαρτύρομαι.
- οὑχῖνος οὖν ἔχων τινʼ ἐπεμαρτύρατο·
- εἶθʼ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὰν κόραν
- τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει
- ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.
- ὕβριζʼ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ.
- οὔτοι μὰ τὴν Δήμητρʼ ἔτʼ ἐνταυθοῖ μενεῖς,
- ἀλλʼ ἀράμενος οἴσω σε —
- τί ποιεῖς;
- ὅ τι ποιῶ;
- εἴσω φέρω σʼ ἐντεῦθεν· εἰ δὲ μή, τάχα
- κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους.
- Αἴσωπον οἱ Δελφοί ποτʼ —
- ὀλίγον μοι μέλει.
- φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ·