Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἡλιαστής; ἐκποδών.
- ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
- τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
- ἔχου· φυλάττου δʼ, ὡς σαπρὸν τὸ σχοινίον·
- ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.
- ὁρᾷς ἐγώ σʼ ὡς δεξιῶς ὑφειλόμην
- μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας·
- ὧν οὕνεκʼ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
- ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι,
- ἀλλʼ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·
- πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ ἠργάσω.
- ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
- ἐγώ σʼ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
- λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
- νῦν δʼ οὐ κρατῶ ʼγὼ τῶν ἐμαυτοῦ χρημάτων
- νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.
- τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
- κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
- ταῦτʼ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
- πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.