Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμʼ ἔοικε θεῖν.
  2. ἀλλʼ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς
  3. λαβοῦσʼ, ἵνʼ αὐτὸν τωθάσω νεανικῶς,
  4. οἵοις ποθʼ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων.
Βδελυκλέων
  1. ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ,
  2. ποθεῖν ἐρᾶν τʼ ἔοικας ὡραίας σοροῦ.
  3. οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν.
Φιλοκλέων
  1. ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
Βδελυκλέων
  1. οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα
  2. τῶν ξυμποτῶν κλέψαντα;
Φιλοκλέων
  1. ποίαν αὐλητρίδα;
  2. τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών;
Βδελυκλέων
  1. νὴ τὸν Δίʼ αὕτη πού ʼστί σοί γʼ ἡ Δαρδανίς.
Φιλοκλέων
  1. οὔκ, ἀλλʼ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται.
Βδελυκλέων
  1. δᾲς ἥδε;
Φιλοκλέων
  1. δᾲς δῆτʼ. οὐχ ὁρᾷς ἐστιγμένην;
Βδελυκλέων
  1. τί δὲ τὸ μέλαν τοῦτʼ ἐστὶν αὐτῆς τοὐν μέσῳ;
Φιλοκλέων
  1. ἡ πίττα δήπου καομένης ἐξέρχεται.
Βδελυκλέων
  1. ὁ δʼ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί;
Φιλοκλέων
  1. ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει.