Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀμαθέστατʼ οὐδὲν εἰκότας τῷ πράγματι.
  2. ἔπειτʼ ἐπειδὴ ʼμέθυεν, οἴκαδʼ ἔρχεται
  3. τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
  4. ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
  5. ἀλλʼ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.
Φιλοκλέων
  1. ἄνεχε πάρεχε·
  2. κλαύσεταί τις τῶν ὄπισθεν
  3. ἐπακολουθούντων ἐμοί·
  4. οἷον, εἰ μὴ ʼρρήσεθʼ, ὑμᾶς
  5. ὦ πόνηροι ταυτῃὶ τῇ
  6. δᾳδὶ φρυκτοὺς σκευάσω.
Ξυμότης τις
  1. ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
  2. ἡμῖν ἅπασι, κεἰ σφόδρʼ εἶ νεανίας.
  3. ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
Φιλοκλέων
  1. ἰὴ ἰεῦ, καλούμενοι.
  2. ἀρχαῖά γʼ ὑμῶν· ἆρά γʼ ἴσθʼ
  3. ὡς οὐδʼ ἀκούων ἀνέχομαι
  4. δικῶν; ἰαιβοῖ, αἰβοῖ.
  5. τάδε μʼ ἀρέσκει· βάλλε κημούς.
  6. οὐκ ἄπεισι; ποῦ ʼστιν ἡμῖν