Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. δᾳδὶ φρυκτοὺς σκευάσω.
Ξυμότης τις
  1. ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην
  2. ἡμῖν ἅπασι, κεἰ σφόδρʼ εἶ νεανίας.
  3. ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι.
Φιλοκλέων
  1. ἰὴ ἰεῦ, καλούμενοι.
  2. ἀρχαῖά γʼ ὑμῶν· ἆρά γʼ ἴσθʼ
  3. ὡς οὐδʼ ἀκούων ἀνέχομαι
  4. δικῶν; ἰαιβοῖ, αἰβοῖ.
  5. τάδε μʼ ἀρέσκει· βάλλε κημούς.
  6. οὐκ ἄπεισι; ποῦ ʼστιν ἡμῖν
  7. ἡλιαστής; ἐκποδών.
  8. ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον,
  9. τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου.
  10. ἔχου· φυλάττου δʼ, ὡς σαπρὸν τὸ σχοινίον·
  11. ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται.