Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁρᾷς ἐγώ σʼ ὡς δεξιῶς ὑφειλόμην
  2. μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας·
  3. ὧν οὕνεκʼ ἀπόδος τῷ πέει τῳδὶ χάριν.
  4. ἀλλʼ οὐκ ἀποδώσεις οὐδʼ ἐφιαλεῖς οἶδʼ ὅτι,
  5. ἀλλʼ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα·
  6. πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτʼ ἠργάσω.
  7. ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή,
  8. ἐγώ σʼ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ,
  9. λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον.
  10. νῦν δʼ οὐ κρατῶ ʼγὼ τῶν ἐμαυτοῦ χρημάτων
  11. νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα.
  12. τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον
  13. κἄλλως κυμινοπριστοκαρδαμογλύφον.
  14. ταῦτʼ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ.
  15. πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ.