Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετʼ· ʼεἰπέ μοι,
  2. ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
  3. κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντʼ ἀεί;ʼ
  4. τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
  5. σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων
  6. ἀμαθέστατʼ οὐδὲν εἰκότας τῷ πράγματι.
  7. ἔπειτʼ ἐπειδὴ ʼμέθυεν, οἴκαδʼ ἔρχεται
  8. τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ.
  9. ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται.
  10. ἀλλʼ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν.
Φιλοκλέων
  1. ἄνεχε πάρεχε·
  2. κλαύσεταί τις τῶν ὄπισθεν
  3. ἐπακολουθούντων ἐμοί·
  4. οἷον, εἰ μὴ ʼρρήσεθʼ, ὑμᾶς
  5. ὦ πόνηροι ταυτῃὶ τῇ