Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων
  2. Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον.
  3. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ.
  4. εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν,
  5. ἐνήλατʼ ἐσκίρτα ʼπεπόρδει κατεγέλα
  6. ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον
  7. κἄτυπτεν ἐμὲ νεανικῶς παῖ παῖ καλῶν.
  8. εἶτʼ αὐτὸν ὡς εἶδʼ ᾔκασεν Λυσίστρατος·
  9. ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ
  10. κλητῆρί τʼ εἰς ἀχυρμὸν ἀποδεδρακότι.
  11. ὁ δʼ ἀνακραγὼν ἀντῄκασʼ αὐτὸν πάρνοπι
  12. τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι,
  13. Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ.
  14. οἱ δʼ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου·
  15. οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός.
  16. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετʼ· ʼεἰπέ μοι,
  17. ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ,
  18. κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντʼ ἀεί;ʼ
  19. τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει,
  20. σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων