Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται,
- ἀνὴρ σοφὸς καὶ μουσικός, κᾆτʼ ᾄσεται·
- χρήματα καὶ βίαν
- Κλειταγόρᾳ τε κἀμοὶ
- μετὰ Θετταλῶν—
- πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.
- τουτὶ μὲν ἐπιεικῶς σύ γʼ ἐξεπίστασαι·
- ὅπως δʼ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν.
- παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν,
- ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου.
- μηδαμῶς.
- κακὸν τὸ πίνειν· ἀπὸ γὰρ οἴνου γίγνεται
- καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν,
- κἄπειτʼ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης.
- οὔκ, ἢν ξυνῇς γʼ ἀνδράσι καλοῖς τε κἀγαθοῖς.
- ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα,
- ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα,
- Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν,
- ὧν ἔμαθες ἐν τῷ συμποσίῳ· κᾆτʼ ἐς γέλων
- τὸ πρᾶγμʼ ἔτρεψας, ὥστʼ ἀφείς σʼ ἀποιχεται.