Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μαθητέον τἄρʼ ἐστὶ πολλοὺς τῶν λόγων,
- εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν.
- ἄγε νυν ἴωμεν· μηδὲν ἡμᾶς ἰσχέτω.
- πολλάκις δὴ ʼδοξʼ ἐμαυτῷ δεξειὸς πεφυκέναι
- καὶ σκαιὸς οὐδεπώποτε·
- ἀλλʼ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων,
- οὗτος ὅν γʼ ἐγώ ποτʼ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς
- δειπνοῦντα μετὰ Λεωγόρου·
- πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν·
- ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετʼ, εἶτʼ ἐκεῖ
- μόνος μόνοις
- τοῖς Πενέσταισι ξυνῆν τοῖς
- Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός.
- ὦ μακάριʼ Αὐτόμενες ὥς σε μακαρίζομεν,
- παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους·
- πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον,
- τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο·
- τὸν δʼ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν·
- εἶτʼ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον,
- ὅντινά ποτʼ ὤμοσε μαθόντα παρὰ μηδενός,