Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τούτοις ξυνὼν τὰ σκόλιʼ ὅπως δέξει καλῶς.
Φιλοκλέων
  1. ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται.
Βδελυκλέων
  1. ἐγὼ εἴσομαι· καὶ δὴ γάρ εἰμʼ ἐγὼ Κλέων,
  2. ᾄδω δὲ πρῶτος Ἁρμοδίου· δέξαι δὲ σύ.
  3. οὐδεὶς πώποτʼ ἀνὴρ ἔγεντʼ Ἀθήναις—
Φιλοκλέων
  1. οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης.
Βδελυκλέων
  1. τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος·
  2. φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν
  3. καὶ τῆσδε τῆς γῆς ἐξελᾶν.
Φιλοκλέων
  1. ἐγὼ δέ γε,
  2. ἐὰν ἀπειλῇ, νὴ Δίʼ ἕτερʼ ἀντᾴσομαι·
Φιλοκλέων
  1. ὦνθρωφʼ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος,
  2. ἀντρέψεις ἔτι τὰν πόλιν· ἁ δʼ ἔχεται ῥοπᾶς.
Βδελυκλέων
  1. τί δʼ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος
  2. ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς·
Βδελυκλέων
  1. Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.
Βδελυκλέων
  1. τούτῳ τί λέξεις σκόλιον;
Φιλοκλέων
  1. ᾠδικῶς ἐγώ.
Φιλοκλέων
  1. οὐκ ἔστιν ἀλωπεκίζειν,
  2. οὐδʼ ἀμφοτέροισι γίγνεσθαι φίλον.