Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·
- ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
- εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
- παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
- ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
- πῶς οὖν κατακλινῶ; φράζʼ ἀνύσας.
- εὐσχημόνως.
- ὡδὶ κελεύεις κατακλινῆναι;
- μηδαμῶς.
- πῶς δαί;
- τὰ γόνατʼ ἔκτεινε καὶ γυμναστικῶς
- ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν.
- ἔπειτʼ ἐπαίνεσόν τι τῶν χαλκωμάτων,
- ὀροφὴν θέασαι, κρεκάδιʼ αὐλῆς θαύμασον·
- ὕδωρ κατὰ χειρός· τὰς τραπέζας ἐσφέρειν·
- δειπνοῦμεν· ἀπονενίμμεθʼ· ἤδη σπένδομεν.
- πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα;
- αὑλητρὶς ἐνεφύσησεν· οἱ δὲ συμπόται
- εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων,
- ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος.