Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- μεγαλοπρεπεῖς,
- ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
- ἐγὼ δὲ τεθεώρηκα ποώποτʼ οὐδαμοῖ
- πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.
- ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκα
- Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
- ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
- πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
- θώρακʼ ἄριστον.
- παῦε παῦʼ, οὐδὲν λέγεις.
- πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων;
- οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.
- ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοις
- πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
- ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;
- ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν,
- ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
- ἀπολεῖς με. ποίας χάρακας; ἀλλʼ ὡς ἢ κάπρον
- ἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδα
- ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.