Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐκεῖνʼ ἐκεῖνʼ ἀνδρειότατόν γε τῶν ἐμῶν,
  2. ὅτʼ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.
Βδελυκλέων
  1. ἀπολεῖς με. ποίας χάρακας; ἀλλʼ ὡς ἢ κάπρον
  2. ἐδιώκαθές ποτʼ ἢ λαγών, ἢ λαμπάδα
  3. ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.
Φιλοκλέων
  1. ἐγᾦδα τοίνυν τό γε νεανικώτατον·
  2. ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι
  3. εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.
Βδελυκλέων
  1. παὖ· ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε
  2. ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.
Φιλοκλέων
  1. πῶς οὖν κατακλινῶ; φράζʼ ἀνύσας.
Βδελυκλέων
  1. εὐσχημόνως.
Φιλοκλέων
  1. ὡδὶ κελεύεις κατακλινῆναι;
Βδελυκλέων
  1. μηδαμῶς.
Φιλοκλέων
  1. πῶς δαί;