Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μεγαλοπρεπεῖς,
  2. ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.
Φιλοκλέων
  1. ἐγὼ δὲ τεθεώρηκα ποώποτʼ οὐδαμοῖ
  2. πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.
Βδελυκλέων
  1. ἀλλʼ οὖν λέγειν χρή σʼ ὡς ἐμάχετό γʼ αὐτίκα
  2. Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,
  3. ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι
  4. πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ
  5. θώρακʼ ἄριστον.
Φιλοκλέων
  1. παῦε παῦʼ, οὐδὲν λέγεις.
  2. πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακʼ ἔχων;
Βδελυκλέων
  1. οὕτω διηγεῖσθαι νομίζουσʼ οἱ σοφοί.
  2. ἀλλʼ ἕτερον εἰπέ μοι· παρʼ ἀνδράσι ξένοις
  3. πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς
  4. ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;